N° 233 : Γ. Ἰούλιος Ἰουλιανὸς Τατιανὸς (C. Iulius Iulianus Tatianus)

Datation : Deuxième moitié du IIe siècle après J.-C.
Cité : Thyatire

Sources : 
1/ TAM V 2, 966 (IGR 4, 1244)
ἀγαθῆι τύχηι. | Oἱ ἀρτοκόποι ἐτείμησαν καὶ | ἀνέθηκαν ἐκ τῶν ἰδίων Γ. | Ἰούλιον Ἰουλιανὸν Τατια|νὸν ἀγωνοθέτην καὶ | ἀσιάχην καὶ ἀρχιερέα διὰ | βίου, τριτεύσαντα καὶ ἀγορα|νομήσαντα κατὰ τὸ(ν) αὐτὸν ἐνι|αυτὸν καὶ πρεσβεύσαντα πρὸς | τὸν Aὐτοκράτορα προῖκα καὶ κα|τορθωσάμενον τὰ μέγιστα τῇ | πατρίδι, υἱὸν Γ. Ἰουλίου Ἱππι|ανοῦ καὶ Κορνηλίας Σεκούν|δης ἀρχιερέων τῆς Ἀσίας, ἔκ|γονον Φλα(βίου) Μοσχίου ἀρχιερέως, | ἀπόγονον Φλαβίων Ἱππιανοῦ | καὶ Τατίας ἀρχιερέων ἐκ προγό|νων, κοσμοῦντα καὶ γένει καὶ | ἔργοις καὶ φιλοτειμίαις ἐν παν|τὶ καιρῷ καὶ οἰκιστὴν τῆς πό|λεως. | Ἐπιμεληθέντος τοῦ ἀ(ν)δριάν|τος Λεσβίου Φιλώτου καὶ ἀ|ναστήσαντος τὸν βωμὸν ἐκ τῶν | ἰδίων μετὰ Ἀσκληπι[αδ]οῦ τοῦ | υἱοῦ.
2/ TAM V 2, 967 (IGR 4, 1245)
Ἀγαθῆι τύχηι. | Ταβειρηνοὶ ἐτείμησαν | καὶ ἀνέθ̣η̣καν ἐκ τῶν ἰ|δίων Γ. Ἰο[ύλι]ον Ἰουλιανὸν | Τατιανὸν [ἀσιά]ρχην ἀγω|νοθέτ[ην ---]
Mis à jour le 06/02/2012